Οὕτω λαμψάτω τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ἡμῶν τὰ
καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Προσευχή όταν θυμιατίζουμε στο σπίτι
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, εἰσάκουσόν με, Κύριε.
Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας
πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον,
ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος.
Προσευχή όταν πίνουμε αγιασμό
Κύριε, ποίησον αὐτὸ καὶ δι᾿ ἐμὲ «Ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον,
ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς
ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον».
Δημοσίευση σχολίου