Προσευχή για την Πατρίδα μας


Κύριε ὁ Θεός ἠμῶν, ὁ δείξας τό ἔλεός Σου ἐν πάσι τοῖς προσιούσι σοῖ καί ἑξαιτουμένοις τοῦτο, ὁ εὐμήχανος καί ποικίλα ἔχων τῆς σωτηρίας τά φάρμακα, «ὁ πατήρ τῶν οἰκτιρμῶν καί Θεός πάσης παρακλήσεως, ὁ παρακαλῶν ἠμᾶς ἐπί πάση τή θλίψει ἠμῶν», ὁ διά τοῦ μονογενοῦς Σου Υἱοῦ πληροφορήσας ἠμᾶς ὅτι «οἰκτίρμων» ὑπάρχεις καί πολυέλεος, «ὁ ἐλεῶν πάντας, ὅτι πάντα δύνασαι καί παρορῶν ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν», ὁ παρακινήσας τόν προφητάνακτα Δαυΐδ εἰπεῖν• «καθαρισθήσομαι ἀπό ἁμαρτίας μεγάλης» τή δυνάμει σου, ὁ μή θέλων τόν θάνατον τοῦ ἁμαρτωλοῦ, προσδεξαι ἐν ταύτη τή ὥρα τήν δέησιν ἠμῶν ὑπέρ τοῦ Ἔθνους καί τῆς Πατρίδος ἠμῶν.
Πάντες γάρ οἱ ὁμοπάτριδες κείμεθα ἐπί ξυροῦ ἀκμῆς τῶν θλίψεων ὀδυνόμενοι ἐπί τή χλεύη καί καταφρονήσει τῆς φιλτάτης ἠμῶν πατρίδος, οὐ μήν ἀλλά καί τή δυστυχία τῶν κατοίκων αὐτῆς.

Ὄντως ἐκ τέ τῶν ἁμαρτιῶν ἠμῶν καί ἐκ τῆς ἐνεστώσης οἰκονομικῆς ἀνάγκης καί τῆς πνευματικῆς κρίσεως τῶν Ἐθνῶν κατέστημεν ἄνθρωποι θλίψιν μόνιμον ἔχοντες καί...

Ἔθνος ὑπό τῶν ἄλλων Ἐθνῶν ὀνειδιζόμενον. Δός, οὔν, ἠμίν, Κύριε ὁ Θεός ἠμῶν ἄνεσιν βίου, πάντα τά χρειώδη της κάθ' ἡμέραν ἐπί τῆς γής ἠμῶν διαβιώσεως, μετάνοιαν διά τάς παραλείψεις καί ἁμαρτίας ἠμῶν, ἐλευθερίαν ἐκ τῶν πολλῶν δυσοιώνων λογισμῶν, πίστιν βεβαίαν πρός Σέ, ἐλπίδα ἐπί τά βελτίω τῶν ὀχληρῶν ἠμῶν καταστάσεων ἀκαταίσχυντον, χαράν ἐν ταῖς καρδίαις ἠμῶν σταθηρᾶν.

Ἐξάγαγε ἠμᾶς ἐκ τῶν λυπηρῶν ἐπί τά θυμηδέστερα, ἐκ τῶν στενωπών τῆς ἀπελπισίας εἰς τόν δίαυλον τοῦ θάρσους, ἐκ τῆς ὀλισθηρᾶς ὁδοῦ τῆς ἀπωλείας εἰς τήν ἀτραπόν τῆς σταθερότητος, ἐκ τῆς ἀπιστίας εἰς τήν πίστιν, φανερῶν τοῖς πάσι τόν δρόμον τῆς ἀληθινῆς ζωῆς.

Ὅτι σύ εἰ ἡ πηγή τῆς ζωῆς καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

* Τήν ὡραία αὐτή εὐχή, σέ ἐκκλησιαστική γλώσα, συνέταξε ὁ Μητροπολίτης Ἐδέσσης Ἰωήλ, δόκιμος ὑμνογράφος.

ΜΟΙΡΑΣΤΕΙΤΕ ΤΟ:

Δημοσίευση σχολίου

 
Copyright © ΕΛΛΑΣ-ΟΡΘΟΔΟΞΙΑ. Designed by OddThemes | Distributed By Blogger Templates20