Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Tὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Πάντων ὑπερτέρα τῶν γηγενῶν, καὶ καθαρωτέρα ἀσυγκρίτως τῶν οὐρανῶν, ὡς εἰσδεξαμένη τὸ πῦρ ἐν σοὶ τὸ θεῖον, πυρφόρον θεῖον ἅρμα, Κόρη γεγένησαι.
Τοῦ Παμβασιλέως τῶν οὐρανῶν, Μήτηρ οὖσα Κόρη, ὑπερέχεις ὡς ἀληθῶς, πάντων ποιημάτων, καὶ πάντες σε τιμῶμεν, Παντάνασσαν ὑμνοῦντες καὶ Θεομήτορα.
Ἴδε τὴν ἀσθένειάν μου Ἁγνή, ἴδε μου τὴν θλίψιν ὦ Παντάνασσα Ἀγαθή, ἴδε μου Παρθένε τὸν ἐγκάρδιον πόνον, καὶ ἄφες φιλανθρώπως τὰς ἁμαρτίας μου.
Φώτισον τὸ σκότος τῶν λογισμῶν, ἐμοῦ Φωτοτόκε, δεομένου σου ἐκτενῶς, πρὶν ἢ καταλάβῃ, ὥρα με τοῦ θανάτου, καὶ ἐν φωτί με τάξον, Κόρη Παντάνασσα.
Τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου.
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ· ὢ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε.
Τῆς Τιμίας Ζώνης τῆς Θεοτόκου.
Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.
Τῶν θαυματουργῶν Εἰκόνων.
Θείαν Βηματάρισσαν τὴν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καὶ τὰς λοιπάς, τὴν Παραμυθίαν, καὶ τὴν Ἐλαιοβρύτιν σὺν τῇ Ἀντιφωνούσῃ, καὶ τὴν Παντάνασσαν.
Τοῦ Ἁγίου Εὐδοκίμου τοῦ Βατοπαιδινοῦ.
Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.
Καὶ τέλος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε
στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου τὸν Ἰούνιο τοῦ 2000 ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
Δημοσίευση σχολίου